previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε πισιδιξε

Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθ̓ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν. [2] Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. [3] δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο: ἐπεὶ μέντοι ἐγκρατὴς τῆς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην. [4] Μέμνηται τοῦ πάθους τοῦδε καὶ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε:

ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω,
ἐκ δ̓ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου [p. 25]
υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων,
αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης
τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις.
γὰρ ἐπ̓ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε
Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ̓ ἐς ὑγρὴν
ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
[5] εἶτα μικρὸν ὑποβάς

δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης
παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
ἔτλη δ̓ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν
ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν
πενθεροὶ Αἰακίδαι, Φθίῃ δ̓ ἔνι δώματα ναίοι
ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ: οὐ δ̓ γ̓ ἔμελλε
τὰ ῥέξειν, ὀλοῷ δ̓ ἐπαγάσσατο πατρίδος οἴτῳ:
ἔνθ̓ γ̓ αἰνότατον γάμον εἴσιδε Πηλείδαο
Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον
πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: