previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι: ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπ̓ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα: ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο: ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν: [2] ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν: [3] δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν: τὸ δεύτερον δὲ ἀνακοινοῦται Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τοὔνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνήσεται πεῖσαι τὸ μειράκιον. [4] δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου: καὶ γὰρ αὐτὸς ἐπ̓ Ἀνθείᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης σφοδρὸν ἔρωτα: λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευσε μὴ ἐπὶ πλέον ἐπανιᾶσθαι, ἀλλ̓ ἔργου [p. 345] ἔχεσθαι: [5]καὶ γὰρἔφησφόδρα ἀγεννὲς κινδυνεύοντας καὶ παραβαλλομένους μὴ ἀπολαύειν μετὰ ἀδείας ὧν ἐκτησάμεθα πόνων: δυνησόμεθα δὲ αὐτοὺςἔλεγενἐξαιρέτους παρὰ Ἀψύρτου λαβεῖν δωρεάν.’ [6] Ταῦτα εἰπὼν ῥᾳδίως ἔπεισεν αὐτὸν ἐρῶντα. Καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβροκόμην, Κόρυμβος δὲ Ἄνθειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: