previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν τι ἦν πάνυ ἠπόρουν: συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο: οὔτε γὰρ τίς νόσος οὔτε τίς φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε τάφος τίς οὔτε ποταμὸς τίς οὔτε τίς ἐκ τοῦ θεοῦ βοήθεια. [2] Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, [p. 336] ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δἰ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς. [3] Μεστὴ μὲν ἤδη πόλις ἦν τῶν εὐωχουμένων, πάντα δ̓ ἦν ἐστεφανωμένα καὶ διαβόητος μέλλων γάμος: ἐμακαρίζετο δὲ ὑπὸ πάντων μὲν οἷαν ἄξεται γυναῖκα, δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται. [4] δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἄνθειαν ἕξειν μεγάλως ἔχαιρεν: ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ̓ ἐδόκει παντὸς εἶναι δεινοῦ τὰ παρόντα ἡδίονα. Κατὰ ταυτὰ δὲ καὶ Ἄνθεια ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει: τίς δὲ φυγὴ καὶ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβροκόμην ἔχουσα παραμυθίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: