Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καυτῆρές τινες καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ
καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος
ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ̓ ὁ Σειληνὸς
Ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν
εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος.
καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ
παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ
γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν
ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.