Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄκαιρος, τὰ παῤ ὑμῖν δὲ ἐπαινείσθω: εἰ δὲ πᾶν
τοὐναντίον οἷς μὲν ἡμεῖς λέγομεν, ἐξ αἰῶνος ἡ
πεῖρα μαρτυρεῖ, τοῖς ὑμετέροις δὲ λόγοις οὐδὲν
οὐδαμοῦ φαίνεται σύμφωνον, τί τοσαύτης τῆς
φιλονεικίας ἀντέχεσθε;
Λεγέσθω γάρ μοι, τίς αἰτία τοῦ Κελτοὺς μὲν
εἶναι καὶ Γερμανοὺς θρασεῖς, Ἕλληνας δὲ καὶ
Ῥωμαίους ὡς ἐπίπαν πολιτικοὺς καὶ φιλανθρώπους
μετὰ τοῦ στερροῦ τε καὶ πολεμικοῦ, συνετωτέρους
δὲ καὶ τεχνικωτέρους Αἰγυπτίους,
ἀπολέμους δὲ καὶ τρυφηλοὺς Σύρους μετὰ τοῦ
συνετοῦ καὶ θερμοῦ καὶ κούφου καὶ εὐμαθοῦς.