Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἷς ἐπὶ πλεῖστον ἐντέθραπτο τὸ φιλάνθρωπον,
ἀγρίους δὲ καὶ ἀπανθρώπους, οἷς ἐναντία
φύσις ὑπῆν καὶ ἐνυπῆρχε τῶν ἠθῶν. οἱ γὰρ
νομοθέται μικρὰ ταῖς φύσεσι καὶ ταῖς ἐπιτηδειότησι
διὰ τῆς ἀγωγῆς προσέθεσαν. οὔκουν Ἀνάχαρσιν
οἱ Σκύθαι βακχεύοντα παρεδέξαντο: οὐδὲ
[p. 348]
τῶν Ἑσπερίων ἐθνῶν εὕροις ἄν τινας εὐκόλως
πλὴν ὀλίγων σφόδρα ἐπὶ τὸ φιλοσοφεῖν ἢ γεωμετρεῖν
ἤ τι τῶν τοιούτων ηὐτρεπισμένους, καίτοι
κρατούσης ἐπὶ τοσοῦτον ἤδη τῆς Ῥωμαίων ἡγεμονίας.
ἀλλ̓ ἀπολαύουσι μόνον τῆς διαλέξεως καὶ