Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι
καὶ νῦν οὐκ ἐκλείψει ἀπ̓ αὐτῶν πάντα, ὅσα ἂν
ἐπίθωνται ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν
αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούωσιν
ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπειρεν
αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς
γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ
τὸν πύργον.’ εἶτα τούτοις ἀξιοῦτε πιστεύειν
[p. 350]
ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ̓ Ὁμήρου λεγομένοις
ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ̓