Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ‘ἵν̓ οὐρανὸς
ἀμβατὸς εἴη.’ φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως
ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δέ, ἀποδεχόμενοι
τὸ πρότερον, ἀνθ̓ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε
τὸν Ὁμήρου μῆθον; ἐκεῖνο γὰρ οἶμαι
δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ
φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν
οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν
οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνούμενον,
κἂν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν: