Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ
ξυμπάσῃ τῶν δυνησομένων ἄχρι τῶν σελήνης
ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν
ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ
κεχρημένους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ
ἐκλατομῆσαι, πότε ἂν μέχρις οὐρανοῦ φθάσειεν,
εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν
ἐκταθείη; τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν
μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες,
ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν