Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μάτην περιεργαζόμεθα καὶ θεραπεύομεν τὸν μηδὲν
προνοοῦντα ; ᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε
τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε
καταστάσεως, ἆῤ ἔτι προσήκει μεταποιεῖσθαι
τῆς παῤ ἡμῶν τιμῆς ; οὐδαμῶς. ὁρᾶτε, εἰς ὅσην
ὑμῖν ἀτοπίαν ὁ λόγος ἔρχεται. τῶν γὰρ ἀγαθῶν
ὅσα περὶ τὸν ἀνθρώπινον θεωρεῖται βίον, ἡγεῖται
μὲν τὰ τῆς ψυχῆς, ἕπεται δὲ τὰ τοῦ σώματος.
εἰ τοίνυν τῶν ψυχικῶν ἡμῶν ἀγαθῶν κατωλιγώρησεν,
οὐδὲ τῆς φυσικῆς ἡμῶν κατασκευῆς προνοησάμενος,
[p. 354]