Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μετ̓ ἐκεῖνον ἄχρις ἡμῶν. εἰ δὲ ὁ προσεχὴς
εἴη τοῦ κόσμου δημιουργὸς ὁ παρὰ τοῖς Ἑβραίοις
τιμώμενος, ἔτι καὶ βέλτιον ὑπὲρ αὐτοῦ διενοήθημεν
ἡμεῖς ἀγαθά τε ἡμῖν ἔδωκεν ἐκείνων μείζονα
τά τε περὶ ψυχὴν καὶ τὰ ἐκτός, ὑπὲρ ὧν ἐροῦμεν
ὀλίγου ὕστερον, ἔστειλέ τε καὶ ἐφ̓ ἡμᾶς νομοθέτας
οὐδὲν Μωυσέως χείρονας, εἰ μὴ τοὺς πολλοὺς μακρῷ κρείττονας.