Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁμοίως... τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν
θείων. αἴτιον δέ, ὅτι τὸ μὲν τῶν ἀνθρώπων ἐπίκηρόν
ἐστι καὶ φθαρτὸν γένος. εἰκότως οὖν αὐτοῦ
φθαρτὰ καὶ τὰ ἔργα καὶ μεταβλητὰ καὶ παντοδαπῶς
τρεπόμενα: τοῦ θεοῦ δὲ ὑπάρχοντος ἀϊδίου,
καὶ τὰ προστάγματα τοιαῦτ̓ εἶναι προσήκει.
τοιαῦτα δὲ ὄντα ἤτοι φύσεις εἰσὶ τῶν ὄντων ἢ τῇ
φύσει τῶν ὄντων ὁμολογούμενα. πῶς γὰρ ἂν ἡ
φύσις τῷ προστάγματι μάχοιτο τοῦ θεοῦ ; πῶς