Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰδὼς οὐδὲ τὴν τῶν διαλέκτων σύγχυσιν ἀνατέθεικε
[p. 358]
τῷ θεῷ μόνῳ. φησὶ γὰρ αὐτὸν οὐ μόνον
κατελθεῖν οὐ μὴν οὐδὲ ἕνα συγκατελθεῖν αὐτῷ,
πλείονας δέ, καὶ τούτους οἵτινές εἰσιν οὐκ εἶπεν:
εὔδηλον δέ, ὅτι παραπλησίους αὐτῷ τοὺς συγκατιόντας
ὑπελάμβανεν. εἰ τοίνυν πρὸς τὴν σύγχυσιν
τῶν διαλέκτων οὐχ ὁ κύριος μόνος, ἀλλὰ
καὶ οἱ σὺν αὐτῷ κατέρχονται, πρόδηλον, ὅτι καὶ
πρὸς τὴν σύγχυσιν τῶν ἠθῶν οὐχ ὁ κύριος μόνος,
ἀλλὰ καὶ οἱ σὺν αὐτῷ τὰς διαλέκτους συγχέοντες
εἰκότως ἂν ὑπολαμβάνοιντο ταύτης εἶναι τῆς διαστάσεως αἴτιοι.