Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τί οὖν, οὐκ ἐν μακροῖς εἰπεῖν βουλόμενος,
τοσαῦτα ἐπεξῆλθον ; ὡς, εἰ μὲν ὁ προσεχὴς εἴη
τοῦ κόσμου δημιουργὸς ὁ ὑπὸ τοῦ Μωυσέως
κηρυττόμενος, ἡμεῖς ὑπὲρ αὐτοῦ βελτίους ἔχομεν
δόξας οἱ κοινὸν μὲν ἐκεῖνον ὑπολαμβάνοντες ἁπάντων
δεσπότην, ἐθνάρχας δὲ ἄλλους, οἳ τυγχάνουσι
μὲν ὑπ̓ ἐκεῖνον, εἰσὶ δὲ ὥσπερ ὕπαρχοι
βασιλέως, ἕκαστος τὴν ἑαυτοῦ διαφερόντως ἐπανορθούμενος