Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κλέψεις.’ ‘Οὐ ψευδομαρτυρήσεις.’ ‘Οὐκ ἐπιθυμήσεις
τὰ τοῦ πλησίον σου.’
Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ ‘Οὐ
προσκυνήσεις θεοῖς ἑτέροις’ καὶ τοῦ ‘Μνήσθητι
τῆς ἡμέρας τῶν σαββάτων,’ ὃ μὴ τὰς ἄλλας
οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας
κεῖσθαι τοῖς παραβαίνουσιν, ἐνιαχοῦ μὲν σφοδροτέρας,
ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ
Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας ;