Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τίνα οὖν ὑμῖν ἀπαγγείλω βασιλείαν; πότερα τὴν
Περσέως ἢ τὴν Αἰακοῦ ἢ Μίνω τοῦ Κρητός, ὃς
ἐκάθηρε μὲν λῃστευομένην τὴν θάλασσαν, ἐκβαλὼν
[p. 370]
καὶ ἐξελάσας τοὺς βαρβάρους ἄχρι Συρίας
καὶ Σικελίας, ἐφ̓ ἑκάτερα προβὰς τοῖς τῆς ἀρχῆς
ὁρίοις, οὐ μόνων δὲ τῶν νήσων, ἀλλὰ καὶ τῶν
παραλίων ἐκράτει; καὶ διελόμενος πρὸς τὸν ἀδελφὸν
Ῥαδάμανθυν, οὔτι τὴν γῆν, ἀλλὰ τὴν ἐπιμέλειαν
τῶν ἀνθρώπων, αὐτὸς μὲν ἐτίθει παρὰ τοῦ
Διὸς λαμβάνων τοὺς νόμους, ἐκείνῳ δὲ τὸ δικαστικὸν
ἠφίει μέρος ἀναπληροῦν...