Click on a word to bring up parses, dictionary entries, and frequency statistics
...τὸ γὰρ ἐκ θεῶν εἰς ἀνθρώπους ἀφικνούνενον
πνεῦμα σπανιάκις μὲν καὶ ἐν ὀλίγοις γίνεται καὶ
οὔτε πάντα ἄνδρα τούτου μετασχεῖν ῥᾴδιον οὔτε
ἐν παντὶ καιρῷ. ταύτῃ τοι καὶ τὸ παῤ Ἑβραίοις
προφητικὸν πνεῦμα ἐπέλιπεν, οὐκοῦν οὐδὲ παῤ
Αἰγυπτίοις εἰς τοῦτο σώζεται. φαίνεται δὲ καὶ
τὰ αὐτοφυῆ χρηστήρια σιγῆσαι ταῖς τῶν χρόνων
εἴκοντα περιόδοις. ὃ δὴ φιλάνθρωπος ἡμῶν
δεσπότης καὶ πατὴρ Ζεὺς ἐννοήσας, ὡς ἂν μὴ
παντάπασι τῆς πρὸς τοὺς θεοὺς ἀποστερηθῶμεν
κοινωνίας, δέδωκεν ἡμῖν διὰ τῶν ἱερῶν τεχνῶν