Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔλαθέ με μικροῦ τὸ μέγιστον τῶν Ἡλίου καὶ
Διὸς δώρων. εἰκότως δὲ αὐτὸ ἐφύλαξα ἐν τῷ
τέλει. καὶ γὰρ οὐκ ἴδιόν ἐστιν ἡμῶν μόνον, ἀλλ̓,
οἶμαι, κοινὸν πρὸς Ἕλληνας, τοὺς ἡμετέρους συγγενεῖς.
ὁ γάρ τοι Ζεὺς ἐν μὲν τοῖς νοητοῖς ἐξ
ἑαυτοῦ τὸν Ἀσκληπιὸν ἐγέννησεν, εἰς δὲ τὴν γῆν
διὰ τῆς Ἡλίου γονίμου ζωῆς ἐξέφηνεν. οὗτος ἐπὶ
γῆς ἐξ οὐρανοῦ ποιησάμενος τὴν πρόοδον, ἑνοειδῶς
μὲν ἐν ἀνθρώπου μορφῇ περὶ τὴν Ἐπίδαυρον