Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βωμοὺς καὶ ἀπεσφάξατε οὐχ ἡμῶν μόνον τοὺς
τοῖς πατρῴοις ἐμμένοντας, ἀλλὰ καὶ τῶν ἐξ ἴσης
ὑμῶν πεπλανημένων αἱρετικοὺς τοὺς μὴ τὸν αὐτὸν
τρόπον ὑμῶν τὸν νεκρὸν θρηνοῦντας. ἀλλὰ ταῦτα
ὑμέτερα μᾶλλόν ἐστιν: οὐδαμοῦ γὰρ οὔτε Ἰησοῦς
αὐτὰ παραδέδωκε κελεύων ὑμῖν οὔτε Παῦλος.
αἴτιον δέ, ὅτι μηδὲ ἤλπισαν εἰς τοῦτο ἀφίξεσθαί
ποτε δυνάμεως ὑμᾶς: ἠγάπων γάρ, εἰ θεραπαίνας
ἐξαπατήσουσι καὶ δούλους καὶ διὰ τούτων τὰς
γυναῖκας ἄνδρας τε, οἵους Κορνήλιος καὶ Σέργιος.