Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ̓ ὅθεν ὥσπερ ἐπιπνεόμενος
ἐφθεγξάμην, ὅθεν δὲ ἐξέβην, ὅτι ‘Πρὸς τοὺς Ἰουδαίους
ηὐτομολήσατε, τί τοῖς ἡμετέροις ἀχαριστήσαντες
θεοῖς;’ ἆῤ ὅτι βασιλεύειν ἔδοσαν οἱ θεοὶ
τῇ Ῥώμῃ, τοῖς Ἰουδαίοις ὀλίγον μὲν χρόνον ἐλευθέρους
εἶναι, δουλεῦσαι δὲ ἀεὶ καὶ παροικῆσαι;
σκόπει τὸν Ἁβραάμ: οὐχὶ πάροικος ἦν ἐν ἀλλοτρίᾳ;