Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλλὰ γενόμενος ἄνθρωπος τίνων ἀγαθῶν
αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ
ἠθέλησαν, φασίν, ὑπακοῦσαι τοῦ Ἰησοῦ. τί δέ;
ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς
πῶς ὑπήκουσε τοῦ Μωυσέως: Ἰησοῦς δέ, ὁ τοῖς
πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης
καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς δὲ ὑμεῖς λέγετε,
τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος—οὐ γὰρ
δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν