Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐλεύθερον εἶναι, ἐν δισχιλίοις δὲ ὅλοις ἐνιαυτοῖς
ἄρξαι τὸ πλεῖον γῆς καὶ θαλάσσης, ἢ τὸ δουλεύειν
καὶ πρὸς ἐπίταγμα ζῆν ἀλλότριον; οὐδεὶς οὕτως
ἐστὶν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλλον τὸ δεύτερον.
ἀλλὰ τὸ πολέμῳ κρατεῖν οἰήσεταί τις τοῦ κρατεῖσθαι
χεῖρον; οὕτω τίς ἐστιν ἀναίσθητος; εἰ δὲ
ταῦτα ἀληθῆ φαμεν, ἕνα μοι κατὰ Ἀλέξανδρον
δείξατε στρατηγόν, ἕνα κατὰ Καίσαρα παρὰ τοῖς
Ἑβραίοις. οὐ γὰρ δὴ παῤ ὑμῖν. καίτοι, μὰ τοὺς
θεούς, εὖ οἶδ̓ ὅτι περιυβρίζω τοὺς ἄνδρας, ἐμνημόνευσα