Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κρίσει δὲ οἰκείᾳ καὶ συνέσει καὶ τῇ παρὰ τοῦ
φανέντος αὐτῷ θεοῦ διδασκαλίᾳ πειθόμενον λελατρευκέναι
καὶ τοῖς ἄλλοις θεοῖς. φθόνος γὰρ καὶ
ζῆλος οὐδὲ ἄχρι τῶν ἀρίστων ἀνθρώπων ἀφικνεῖται,
τοσοῦτον ἄπεστιν ἀγγέλων καὶ θεῶν. ὑμεῖς
δὲ ἄρα περὶ τὰ μέρη τῶν δυνάμεων στρέφεσθε, ἃ
δὴ δαιμόνιά τις εἰπὼν οὐκ ἐξαμαρτάνει. τὸ γὰρ
φιλότιμον ἐνταῦθα καὶ κενόδοξον, ἐν δὲ τοῖς θεοῖς
οὐδὲν ὑπάρχει καὶ τοιοῦτον.