Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τοῦ χάριν ὑμεῖς τῶν παῤ Ἕλλησι παρεσθίετε
μαθημάτων, εἴπερ αὐτάρκης ὑμῖν ἐστιν ἡ τῶν
ὑμετέρων γραφῶν ἀνάγνωσις; καίτοι κρεῖττον
ἐκείνων εἴργειν τοὺς ἀνθρώπους ἢ τῆς τῶν ἱεροθύτων
ἐδωδῆς. ἐκ μὲν γὰρ ἐκείνης, καθὰ καὶ ὁ
Παῦλος λέγει, βλάπτεται μὲν οὐδὲν ὁ προσφερόμενος,
ἡ δὲ συνείδησις τοῦ βλέποντος ἀδελφοῦ
σκανδαλισθείη ἂν καθ̓ ὑμᾶς, ὦ σοφώτατοι καὶ
ὑπερήφανοι. διὰ δὲ τῶν μαθημάτων τούτων ἀπέστη