Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς ἀθεότητος πᾶν ὅτι περ παῤ ὑμῖν ἡ φύσις
ἤνεγκε γενναῖον. ὅτῳ οὖν ὑπῆρξεν εὐφυΐας κἂν
μικρὸν μόριον, τούτῳ τάχιστα συνέβη τῆς παῤ
ὑμῖν ἀθεότητος ἀποστῆναι. βέλτιον οὖν εἴργειν
μαθημάτων, οὐχ ἱερείων τοὺς ἀνθρώπους. ἀλλ̓
ἴστε καὶ ὑμεῖς, ὡς ἐμοὶ φαίνεται, τὸ διάφορον εἰς
σύνεσιν τῶν παῤ ὑμῖν γραφῶν πρὸς τὰς ἡμετέρας,
καὶ ὡς ἐκ τῶν παῤ ὑμῖν οὐδεὶς ἂν γένοιτο γενναῖος
ἀνήρ, μᾶλλον δὲ οὐδὲ ἐπιεικής, ἐκ δὲ τῶν παῤ
ἡμῖν αὐτὸς αὑτοῦ πᾶς ἂν γένοιτο καλλίων, εἰ καὶ