Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα δὲ πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος
ἀμήτωρ πρυτανεύει. σκοπεῖτε οὖν, εἰ μὴ καθ̓
ἕκαστον τούτων ὑμῶν ἐσμεν κρείττους, λέγω δὲ τὰ
περὶ τὰς τέχνας καὶ σοφίαν καὶ σύνεσιν: εἴτε γὰρ
τὰς πρὸς τὴν χρείαν σκοπήσειας, εἴτε τὰς τοῦ
καλοῦ χάριν μιμητικάς, οἷον ἀγαλματοποιητικήν,
[p. 388]
γραφικήν, ἢ οἰκονομικήν, ἰατρικὴν τὴν ἐξ Ἀσκληπιοῦ,
οὗ πανταχοῦ γῆς ἐστι χρηστήρια, ἃ δίδωσιν
ἡμῖν ὁ θεὸς μεταλαγχάνειν διηνεκῶς. ἐμὲ γοῦν
ἰάσατο πολλάκις Ἀσκληπιὸς κάμνοντα ὑπαγορεύσας