Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μήτε ἀγαπᾶτε τὸν νόμον, ὃν δέδωκεν ὁ θεὸς
ἐκείνοις, ἀπολιπόντες δὲ τὰ πάτρια καὶ δόντες
ἑαυτοὺς οἷς ἐκήρυξαν οἱ προφῆται, πλέον ἐκείνων
ἢ τῶν παῤ ἡμῖν ἀπέστητε; τὸ γὰρ ἀληθὲς εἴ τις
ὑπὲρ ὑμῶν ἐθέλοι σκοπεῖν, εὑρήσει τὴν ὑμετέραν
ἀσέβειαν ἔκ τε τῆς Ἰουδαϊκῆς τόλμης καὶ τῆς
παρὰ τοῖς ἔθνεσιν ἀδιαφορίας καὶ χυδαιότητος
συγκειμένην. ἐξ ἀμφοῖν γὰρ οὔτι τὸ κάλλιστον,
ἀλλὰ τὸ χεῖρον ἑλκύσαντες παρυφὴν κακῶν εἰργάσασθε.
τοῖς μὲν γὰρ Ἑβραίοις ἀκριβῆ τὰ περὶ