Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θρησκείαν ἐστὶ νόμιμα καὶ τὰ σεβάσματα καὶ
φυλάγματα μυρία καὶ δεόμενα βίου καὶ προαιρέσεως
ἱερατικῆς. ἀπαγορεύσαντος δὲ τοῦ νομοθέτου
τὸ πᾶσι μὴ δουλεύειν τοῖς θεοῖς, ἑνὶ δὲ
μόνον, οὗ ‘μερίς ἐστιν Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας
Ἰσραήλ,’ οὐ τοῦτο δὲ μόνον εἰπόντος,
ἀλλὰ γάρ, οἶμαι, καὶ προσθέντος ‘Οὐ κακολογήσεις
[p. 390]
θεούς,’ ἡ τῶν ἐπιγινομένων βδελυρία τε καὶ τόλμα,
βουλομένη πᾶσαν εὐλάβειαν ἐξελεῖν τοῦ πλήθους,
ἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν,