Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὃ δὴ καὶ ὑμεῖς ἐντεῦθεν εἱλκύσατε μόνον: ὡς
τῶν γε ἄλλων οὐθὲν ὑμῖν τέ ἐστι κἀκείνοις παραπλήσιον.
ἀπὸ μὲν οὖν τῆς Ἑβραίων καινοτομίας
τὸ βλασφημεῖν τοὺς παῤ ἡμῖν τιμωμένους θεοὺς
ἡρπάσατε. ἀπὸ δὲ τῆς παῤ ἡμῖν θρησκείας τὸ
μὲν εὐσεβές τε ὁμοῦ πρὸς ἅπασαν τὴν κρείττονα
φύσιν καὶ τῶν πατρίων ἀγαπητικὸν ἀπολελοίπατε,
μόνον δ̓ ἐκτήσασθε τὸ πάντα ἐσθίειν ὡς
λάχανα χόρτου. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐπιτεῖναι
τὴν παῤ ἡμῖν ἐφιλοτιμήθητε χυδαιότητα: