Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατὰ τοὺς προφήτας αὐτῶν, καὶ τῷ Μωυσῇ
μάλιστα πείθεσθαι καὶ τοῖς ἀπ̓ ἐκείνου περὶ τὴν
Ἰουδαίαν ἐπιγενομένοις προφήταις, ἴδωμεν, κατὰ
τί μάλιστα ὁμολογοῦσιν αὐτοῖς. ἀρκτέον δὲ ἡμῖν
ἀπὸ τῶν Μωυσέως, ὃν δὴ καὶ αὐτόν φασι προκηρύξαι
[p. 394]
τὴν ἐσομένην Ἰησοῦ γέννησιν. ὁ τοίνυν
Μωυσῆς οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρίς, ἀλλὰ
πλειστάκις ἕνα θεὸν μόνον ἀξιοῖ τιμᾶν, ὃν δὴ
καὶ ἐπὶ πᾶσιν ὀνομάζει, θεὸν δὲ ἕτερον οὐδαμοῦ: