Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀγγέλους δὲ ὀνομάζει καὶ κυρίους καὶ μέντοι καὶ
θεοὺς πλείονας, ἐξαίρετον δὲ τὸν πρῶτον, ἄλλον
δὲ οὐχ ὑπείληφε δεύτερον οὔτε ὅμοιον οὔτε ἀνόμοιον,
καθάπερ ὑμεῖς ἐπεξείργασθε. εἰ δέ ἐστί
που παῤ ὑμῖν ὑπὲρ τούτων μία Μωυσέως ῥῆσις,
ταύτην ἐστὲ δίκαιοι προφέρειν. τὸ γὰρ ‘Προφήτην
ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν
ἀδελφῶν ὑμῶν ὡς ἐμέ: αὐτοῦ ἀκούσεσθε’ μάλιστα
μὲν οὖν οὐκ εἴρηται περὶ τοῦ γεννηθέντος ἐκ
Μαρίας. εἰ δέ τις ὑμῶν ἕνεκα συγχωρήσειεν,