Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑαυτῷ φησιν αὐτὸν ὅμοιον γενήσεσθαι καὶ οὐ τῷ
θεῷ, προφήτην ὥσπερ ἑαυτὸν καὶ ἐξ ἀνθρώπων,
ἀλλ̓ οὐκ ἐκ θεοῦ. καὶ τὸ ‘Οὐκ ἐκλείψει ἄρχων
ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ’
μάλιστα μὲν οὐκ εἴρηται περὶ τούτου, ἀλλὰ περὶ
τῆς τοῦ Δαβὶδ βασιλείας, ἣ δὴ κατέληξεν εἰς
Σεδεκίαν τὸν βασιλέα. καὶ δὴ ἡ γραφὴ διπλῶς
πως ἔχει ‘ἕως ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,’ παραπεποιήκατε
δὲ ὑμεῖς ‘ἕως ἔλθῃ ᾧ ἀπόκειται.’