Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς ἀλλήλους. ἀλλὰ περὶ μὲν τοῦτου μέλλοντες
ἐν τῷ δευτέρῳ συγγράμματι τὸ ἀληθὲς ἀκριβῶς
ἐξετάζειν, ὑπερτιθέμεθα. συγκεχωρήσθω δὲ καὶ
ἄρχων ἐξ Ἰούδα, οὐ ‘θεὸς ἐκ θεοῦ’ κατὰ τὰ παῤ
ὑμῶν λεγόμενα οὐδὲ ‘Τὰ πάντα δἰ αὐτοῦ ἐγένετο
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’ ἀλλ̓ εἴρηται
καὶ ἐν τοῖς ἀριθμοῖς: ‘Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ
καὶ ἄνθρωπος ἐξ Ἰσραήλ.’ τοῦθ̓ ὅτι τῷ Δαβὶδ
προσήκει καὶ τοῖς ἀπ̓ ἐκείνου, πρόδηλόν ἐστί
που: τοῦ γὰρ Ἰεσσαὶ παῖς ἦν ὁ Δαβίδ.
Εἴπερ οὖν ἐκ τούτων ἐπιχειρεῖτε συμβιβάζειν,
ἐπιδείξατε μίαν ἐκεῖθεν ἑλκύσαντες ῥῆσιν, ὅποι
πολλὰς πάνυ ἐγώ. ὅτι δὲ θεὸν τὸν ἕνα τὸν τοῦ
Ἰσραὴλ νενόμικεν, ἐν τῷ Δευτερονομίῳ φησίν:
‘Ὥστε εἰδέναι δε, ὅτι κύριος ὁ θεός σου, οὗτος
θεὸς εἶς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.’