Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.’
ὁρᾷς, ὅτι πρὸς τὸν θεὸν εἶναι λέγεται; εἴτε ὁ ἐκ
Μαρίας γεννηθεὶς εἴτε ἄλλος τίς ἐστιν—ἵν̓ ὁμοῦ
καὶ πρὸς Φωτεινὸν ἀποκρίνωμαι—, διαφέρει τοῦτο
νῦν οὐδέν: ἀφίημι δῆτα τὴν μάχην ὑμῖν. ὅτι
μέντοι φησὶ ‘πρὸς θεὸν’ καὶ ‘ἐν ἀρχῇ,’ τοῦτο
ἀπόχρη μαρτύρασθαι. πῶς οὖν ὁμολογεῖ ταῦτα τοῖς Μωυσέως;
Ἀλλὰ τοῖς Ἡσαΐου, φασίν, ὁμολογεῖ. λέγει
γὰρ Ἡσαΐας: ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει
καὶ τέξεται υἱόν.’ ἔστω δὴ καὶ τοῦτο λεγόμενον