Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι
καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν
ὧν ἐξελέξαντο.’ καὶ μικρὸν ὑποβάς: ‘Καὶ μετ̓
ἐκεῖνο ὡς ἂν ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς
τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν
ἑαυτοῖς: ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ̓ αἰῶνος
οἱ ὀνομαστοί.’ ὅτι τοίνυν τοὺς ἀγγέλους φησίν,
εὔδηλόν ἐστι καὶ ἔξωθεν οὐ προσπαρακείμενον,
ἀλλὰ καὶ δῆλον ἐκ τοῦ φάναι, οὐκ ἀνθρώπους,
ἀλλὰ γίγαντας γεγονέναι παῤ ἐκείνων. δῆλον
γάρ, ὡς, εἴπερ ἀνθρώπους ἐνόμιζεν αὐτῶν εἶναι