Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προφητῶν. ὁ οὖν Μωυσῆς πολλὰ τοιαῦτα καὶ
πολλαχοῦ λέγει: ‘Κύριον τὸν θεόν σου φοβηθήσῃ
καὶ αὐτῷ μόνῳ λατρεύσεις.’ πῶς οὖν ὁ Ἰησοῦς
ἐν τοῖς εὐαγγελίοις παραδέδοται προστάττων
‘Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθην, βαπτίζοντες
αὐτοὺς εἴς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ
υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,’ εἴπερ μὴ καὶ
αὐτῷ λατρεύειν ἔμελλον; ἀκόλουθα δὲ τούτοις
καὶ ὑμεῖς διανοούμενοι μετὰ τοῦ πατρὸς θεολογεῖτε τὸν υἱόν...
Ὑπὲρ δὲ ἀποτροπαίων ἐπάκουσον πάλιν
ὅσα λέγει: ‘Καὶ λήψεται δύο τράγους ἐξ
αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.
’