Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προσήκει δὴ λοιπὸν ἀναμνησθῆναι τῶν ἔμπροσθεν,
ὧν ἕνεκεν ἐρρήθη καὶ ταῦτα. διὰ τί
γὰρ ἀποστάντες ἡμῶν οὐχὶ τὸν τῶν Ἰουδαίων
ἀγαπᾶτε νόμον οὐδὲ ἐμμένετε τοῖς ὑπ̓ ἐκείνου
λεγομένοις; ἐρεῖ πάντως τις ὀξὺ βλέπων: οὐδὲ
[p. 406]
γὰρ Ἰουδαῖοι θύουσιν. ἀλλ̓ ἔγωγε ἀμβλυώττοντα
δεινῶς αὐτὸν ἀπελέγξω, πρῶτον μέν, ὅτι μηδὲ
τῶν ἄλλων τι τῶν παρὰ τοῖς Ἰουδαίοις νενομισμένων
ἐστὶ καὶ ὑμῖν ἐν φυλακῇ: δεύτερον δέ, ὅτι
θύουσι μὲν ἐν ἀδράκτοις Ἰουδαῖοι καὶ νῦν ἔτι