Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάντα ἐσθίουσιν ἱερὰ καὶ κατεύχονται πρὸ τοῦ
θῦσαι καὶ τὸν δεξιὸν ὦμον διδόασιν ἀπαρχὰς τοῖς
ἱερεῦσιν, ἀπεστερημένοι δὲ τοῦ ναοῦ, ἤ, ὡς αὐτοῖς
ἔθος λέγειν, τοῦ ἁγιάσματος, ἀπαρχὰς τῷ θεῷ
τῶν ἱερείων εἴργονται προσφέρειν. ὑμεῖς δὲ οἱ
τὴν καινὴν θυσίαν εὑρόντες, οὐδὲν δεόμενοι τῆς
Ἱερουσαλήμ, ἀντὶ τίνος οὐ θύετε; καίτοι τοῦτο