Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄττα ἐνόμιζεν ὀ θεὸς μιαρά, νυνὶ δὲ καθαρὰ
πεποίηκεν αὐτά; Μωυσῆς μὲν γὰρ ἐπὶ τῶν
τετραπόδων ἐπισημαινόμενος πᾶν τὸ διχηλοῦν,
φησίν, ὁπλὴν καὶ ἀναμαρυκίζον μαρυκισμὸν καθαρὸν
εἶναι, τὸ δὲ μὴ τοιοῦτον ἀκάθαρτον εἶναι.
εἰ μὲν οὖν ὁ χοῖρος ἀπὸ τῆς φαντασίας Πέτρου
νῦν προσέλαβε τὸ μαρυκᾶσθαι, πεισθῶμεν αὐτῷ:
τεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν
Πέτρου προσέλαβεν αὐτό. εἰ δὲ ἐκεῖνος ἐψεύσατο
ταύτην ἑωρακέναι, ἵν̓ εἴπω καθ̓ ὑμᾶς, τὴν ἀποκάλυψιν