Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλλὰ τί ταῦτα ἐγὼ μακρολογῶ λεγόμενα παῤ
αὐτῶν, ἐξὸν ἰδεῖν, εἴ τινα ἰσχὺν ἔχει; λέγουσι
γὰρ τὸν θεὸν ἐπὶ τῷ προτέρῳ νόμῳ θεῖναι τὸν
δεύτερον. ἐκεῖνον μὲν γὰρ γενέσθαι πρὸς καιρὸν
περιγεγραμμένον χρόνοις ὡρισμένοις, ὕστερον δὲ
τοῦτον ἀναφανῆναι διὰ τὸ τὸν Μωυσέως χρόνῳ
τε καὶ τόπῳ περιγεγράφθαι. τοῦτο ὅτι ψευδῶς
λέγουσιν, ἀποδείξω σαφῶς, ἐκ μὲν τῶν Μωυσέως
οὐ δέκα μόνας, ἀλλὰ μυρίας παρεχόμενος μαρτυρίας,