Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅπου τὸν νόμον αἰώνιόν φησιν. ἀκούετε
δὲ νῦν ἀπὸ τῆς ἐξόδου. ‘Καὶ ἔσται ἡ ἡμέρα
αὕτη ὑμῖν μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν
[p. 410]
ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον
αἰώνιον ἑορτάσατε αὐτήν. ἀπὸ δὲ τῆς ἡμέρας
τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν
ὑμῶν.’... πολλῶν ἔτι τοιούτων παραλελειμμένων,
ἀφ̓ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον
ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην:
ὑμεῖς δὲ ἐπιδείξατε, ποῦ τὸ παρὰ τοῦ Παύλου
μετὰ τοῦτο τολμηθὲν εἴρηται, ὅτι δὴ ‘τέλος
νόμου Χριστός.’ ποῦ τοῖς Ἑβραίοις ὁ θεὸς