Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φησὶν ‘ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ
δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε.
καὶ ἐλύπησε τὸν Κάιν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον
αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν:
Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε
τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς,
ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;’ ἀκοῦσαι οὖν ἐπιποθεῖτε,
τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; ‘Καὶ
ἐγένετο μεθ̓ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν
καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ
’