Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκτρεπομένων συνεορτάζειν Ἰουδαίοις, ἀεὶ δὲ προσκυνῶν
τὸν θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,
οἳ ὄντες αὐτοὶ Χαλδαῖοι, γένους ἱεροῦ καὶ θεουργικοῦ,
τὴν μὲν περιτομὴν ἔμαθον Αἰγυπτίοις
ἐπιξενωθέντες, ἐσεβάσθησαν δὲ θεόν, ὃς ἐμοὶ καὶ
τοῖς αὐτόν, ὥσπερ Ἁβραὰμ ἔσεβε, σεβομένοις
εὐμενὴς ἦν, μέγας τε ὢν πάνυ καὶ δυνατός, ὑμῖν
δὲ οὐδὲν προσήκων. οὐδὲ γὰρ τὸν Ἁβραὰμ
μιμεῖσθε, βωμούς τε ἐγείροντες αὐτῷ καὶ οἰκοδομοῦντες