Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; εἶπε
δὲ αὐτῷ: λάβε μοι δάμαλιν τριετίζουσαν καὶ
αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ
τρυγόνα καὶ περιστεράν. ἔλαβε δὲ αὐτῷ πάντα
ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα: καὶ ἔθηκεν αὐτὰ
ἀντιπρόσωπα ἀλλήλοις: τὰ δὲ ὄρνεα οὐ διεῖλε.
κατέβη δὲ ὄρνεα ἐπὶ τὰ διχοτομήματα καὶ συνεκάθισεν αὐτοῖς Ἁβραάμ.’
Τὴν τοῦ φανέντος ἀγγέλου πρόρρησιν ἤτοι
θεοῦ διὰ τῆς οἰωνιστικῆς ὁρᾶτε κρατυνομένην,
οὐχ, ὥσπερ παῤ ὑμῖν, ἐκ παρέργου, μετὰ θυσιῶν