Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τῆς μαντείας ἐπιτελουμένης; φησὶ δέ, ὅτι
τῇ τῶν οἰωνῶν ἐπιπτήσει βεβαίαν ἔδειξε τὴν
ἐπαγγελίαν. ἀποδέχεται δὲ τὴν πίστιν Ἁβραὰμ
προσεπάγων, ὅτι ἀληθείας ἄνευ πίστις ἠλιθιότης
ἔοικέ τις εἶναι καὶ ἐμβροντησία. τὴν δὲ ἀλήθειαν
οὐκ ἔνεστιν ἰδεῖν ἐκ ψιλοῦ ῥήματος, ἀλλὰ χρή τι
καὶ παρακολουθῆσαι τοῖς λόγοις ἐναργὲς σημεῖον,
ὃ πιστώσεται γενόμενον τὴν εἰς τὸ μέλλον πεποιημένην προαγόρευσιν...