Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας εἶτ̓ αὖθις
ἐμέσαι. καὶ γάμους ἤδη παρανόμους: μητρὶ γὰρ
ὁ Ζεὺς ἐμίχθη καὶ παιδοποιησάμενος ἐξ αὐτῆς
ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, μᾶλλον δὲ
οὐδὲ ἔγημεν, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παραδέδωκεν
αὐτήν. εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ
μελῶν κολλήσεις. τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων