Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γραφή, ὅτι στόμα κατὰ στόμα ὁ θεὸς ἐλάλησεν
αὐτῷ. ‘Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ
τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,
καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ
ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός
Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ
θεὸς τὸ φῶς, ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς
ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.
καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος
ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο
πρωί, ἡμέρα μία. καὶ εἶπεν ὁ θεός: Γενηθήτω
’