Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὅτι δὲ οὐ διδακτόν, ἀλλὰ φύσει τὸ εἰδέναι
θεὸν τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν
ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ
δημοσίᾳ καὶ κατ̓ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον
προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν,
ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον
γινώσκειν οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας
δυνατόν... ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων
ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάντες γὰρ οὐρανῷ