Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης
καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν
κτηνῶν καὶ πάσης τῆς γῆς.’
Ἄκουε δὴ οὖν καὶ τῆς Πλατωνικῆς δημηγορίας,
ἣν τῷ τῶν ὅλων περιτίθησι δημιουργῷ.
‘Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων
ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν δὴ δεθὲν
πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ
λύειν ἐθέλειν κακοῦ. διὸ ἐπείπερ γεγένησθε, οὐκ
ἀθάνατοι μέν ἐστε οὐδὲ ἄλυτοι τὸ πάμπαν, οὔτι
γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας,
’