Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τί δεῖ μοι καλεῖν Ἕλληνας καὶ Ἑβραίους
ἐνταῦθα μάρτυρας; οὐδεὶς ἔστιν, ὃς οὐκ ἀνατείνει
μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμνύων δὲ
θεὸν ἤτοι θεούς, ἔννοιαν ὅλως τοῦ θείου λαμβάνων,
ἐκεῖσε φέρεται. καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον.
ὁρῶντες γὰρ οὔτε πληθυνόμενον οὔτε ἐλαττούμενόν
τι τῶν περὶ τὸν οὐρανὸν οὔτε τρεπόμενον
οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ̓ ἐναρμόνιον
μὲν αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν,